01 Ιουνίου 2014

Σήμερα 01/06/2014 εορτάζουν:






Ἀκολουθία - Κυριακὴ τῶν Ἁγίων Πατέρων

Συνήθης Ἀκολουθία Ὄρθρου, τροπάρια & ἀναγνώσματα Λειτουργίας ἐδῶ.

Συντάκτης φυλλάδος: Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr
Μόνιμη ἀνάρτηση φυλλάδων: Ἱστολόγιον www.porphyrios.gr



Απολυτίκιο της ημέρας

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Φιλοσοφίας ταὶς ἀκτίσιν ἐκλάμπων, θεογνωσίας ὑποφήτης ἐδείχθης, σαφῶς παραταξάμενος κατὰ τῶν δυσμενῶν σὺ γὰρ ὠμολόγησας, ἀληθείας τὴν γνῶσιν, καὶ Μαρτύρων σύσκηνος, δι' ἀθλήσεως ὤφθης, μεθ' ὧν δυσώπει πάντοτε Χριστόν, ὢ Ἰουστίνε, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.



Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Κυριακή 1 Ιουνίου 2014

Ἐν ᾗ μνείαν ποιούμεθα τῆς ἐν Νικαίᾳ Α΄ Οἰκουμενικῆς Συνόδου καί τῶν συγκροτησάντων αὐτήν 318 θεοφόρων Πατέρων

Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 16 - 18
16 ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. 17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Κ´ 28 - 36
28 προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. 29 ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. 36 καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα 


Αποφθέγματα


Δεν αλησμονώ τες καλωσύνες σου. μόνον, όταν βλάπτεται η ψυχή μου δεν συμφωνώ. Διότι κατά πολύ υπερτερεί ο Θεός της ανθρωπίνης αγάπης. Και όλα του κόσμου τα αγαθά εάν μου χαρίσης, εάν εγώ πληροφορηθώ ότι ένα πράγμα δεν είναι κατά Θεόν δεν το κάμνω εις τον αιώνα. Αφού ημέραν και νύκτα ζητώ να γίνεται το θέλημα του Θεού, πώς λοιπόν να το παραβώ; Δι' αυτό μη λέγης ότι δεν σε αγαπώ, αλλ' ότι δεν συμφωνεί ο Θεός με τον λογισμόν σου.
Γέροντας Ιωσήφ ο Αγιορείτης († 1959 μ.Χ.)


ΠΗΓΗ :http://www.saint.gr/

Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)