Απολυτίκιο της ημέρας
| 9 Ιουνίου 2014 | |
|
|
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς κῦρος οὐράνιον θεολογία ἡ σή, βραβεύει ἐν πνεύματι τῇ ἐκκλησίᾳ Χριστοῦ τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς Θεοτόκου καὶ ὑπέρμαχος ὤφθης, παρ' ἧς λαμπρῶς ἐδοξάσθης, ἱεράρχα Κύριλλε. |
|
|
Αναγνώσματα Κυριακών και μεγάλων εορτών
| Δευτέρα 9 Ιουνίου 2014 Δευτέρα τοῦ Ἁγίου Πνεύματος |
| Ἀπόστολος | Εὐαγγέλιον | Ἦχος - Ἑωθινόν Εὐαγγέλιον |
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε´ 8 - 19
8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· 10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, |
| Αρχαίο κείμενο | Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα |
Αποφθέγματα
| Αχ, αν κάνουμε ένα καλό, λέμε κάναμε έναν καλόν. Με ποια δύναμη κάναμε το καλό; Με την δύναμη του Θεού· έδωσέ σε ο Θεός ευλογία και έκανες το καλό. |
ΠΗΓΗ :http://www.saint.gr/
Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)