11 Απριλίου 2015

Στις 11/04/2015 εορτάζουν:





Απολυτίκιο της ημέρας

11 Απριλίου 2015
Ἦχος β'.

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.


Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Σάββατο 11 Απριλίου 2015

Μέγα Σάββατον - Ἐν ᾧ τήν θεόσωμον Ταφήν καί τήν εἰς ᾍδου κάθοδον τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν, δι’ ὧν τῆς φθορᾶς τό ἡμέτερον γένος ἀνακληθέν πρός αἰωνίαν ζωήν μεταβέβηκε

Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ϛ´ 3 - 11
3 ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; 4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. 5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα, 6 τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· 7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. 8εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, 9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει. 10 ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. 11 οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα 


Αποφθέγματα


Ο Θεός βοά προς ημάς τέκνα Αυτού γενέσθαι, ημείς δε γινόμεθα υιοί σκότους. Δια βραχύ μέλι τους όλους αιώνας αλλάσσομεν. Δια μικράν ηδονήν καν τε τρυφής, καν τε δόξης της Βασιλείας του Θεού παραιτούμεθα και εκπίπτομεν.
Γέροντας Ιωσήφ ο Αγιορείτης († 1959 μ.Χ.)


ΠΗΓΗ :http://www.saint.gr/

Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)