Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος |
Ἀκολουθία - Σάββατον Λαζάρου
Συνήθης Ἀκολουθία Ὄρθρου, τροπάρια & ἀναγνώσματα Λειτουργίας ἐδῶ. |
Συντάκτης φυλλάδος: Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr Μόνιμη ἀνάρτηση φυλλάδων: Ἱστολόγιον www.porphyrios.gr |
Απολυτίκιο της ημέρας
04 Απριλίου 2015 | ||||||
Πηγή: Απολυτίκια
|
Ἦχος α’.
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ νικητῇ τοῦ θανάτου βοῶμεν· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. | |||||
| ||||||
| ||||||
Αναγνώσματα Κυριακών και μεγάλων εορτών
Σάββατο 4 Απριλίου 2015 Ἔγερσις τοῦ Λαζάρου |
Ἀπόστολος | Εὐαγγέλιον | Ἦχος - Ἑωθινόν Εὐαγγέλιον |
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΒ´ 28 - 29
28 Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας· 29 καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΓ´ 1 - 8
1 Ἡ φιλαδελφία μενέτω, τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· 2 διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. 3 μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. 4 Τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. 5 Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω· 6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; 7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. |
Αρχαίο κείμενο | Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα |
Αποφθέγματα
Μάθε να υπομένης ανδρείως τους πειρασμούς, οιουσδήποτε και αν επιτρέψη ο Κύριος... Μη ζητής εις τας θλίψεις σου παράκλησιν από τους ανθρώπους, δια να παρακληθής από τον Θεόν.
Γέροντας Ιωσήφ ο Αγιορείτης († 1959 μ.Χ.)
|
ΠΗΓΗ :http://www.saint.gr/
Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)