25 Φεβρουαρίου 2014

Σήμερα 25/02/2014 εορτάζουν:




Απολυτίκιο της ημέρας

25 Φεβρουαρίου 2014
Ἦχος γ’. Τὴν ὡραιότητα.

Βίου ὀρθότητι, καλλωπιζόμενος, φωστὴρ ὑπέρλαμπρος, ὤφθης τοῦ Πνεύματος, καὶ τὴν Εἰκόνα τοῦ Χρίστου, Συνόδω ἐν τὴ Ἕβδομη, προσκυνεὶν ἐκήρυξας, ὀρθοδόξως μακάριε, στῦλος καὶ ἑδραίωμα, Ἐκκλησίας γενόμενος, διὸ τοὺς σοὺς ἀγῶνας γεραίρει, Πάτερ Ἱεράρχα Ταράσιε.




Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Τρίτη 25 Φεβρουαρίου 2014

Τρίτη τῆς τυρινῆς. Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Ταρασίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ Α´ 1 - 10
1 Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἠγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· 2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. 3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. 5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ τῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, 6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· 7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 8 ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. 9 ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν· ἐπιτιμήσαι σοι Κύριος. 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. 
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα 


Αποφθέγματα

Όποιος πειρασμός και αν έλθη στον άνθρωπο, πρέπει να λέη: Εξαιτίας των αμαρτιών μου μου συνέβη αυτό. Και αν του έρθη κάποιο καλό, να λέη ότι είναι οικονομία Θεού, μας νουθετεί πατρικά ο Αββά Σισόης.
Γεροντικόν

ΠΗΓΗ :http://www.saint.gr/

Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)