20 Φεβρουαρίου 2014

Στις 20/02/2014 εορτάζουν:








Απολυτίκιο της ημέρας

20 Φεβρουαρίου 2014
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ἱερέων ἀκρότης, εὐσεβείας διδάσκαλος καὶ θαυματουργὸς ἀνεδείχθης, ἱεράρχα πανόλβιε· ἠθῶν γὰρ οὐρανίων τῷ φωτί, τοῦ Πνεύματος πλουτήσας τὴν ἰσχύν, θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχάς, Λέων, τῶν προσιόντων σοι. Δόξα τῷ σὲ δοξάσαντι, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.



Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Σάββατο 22 Φεβρουαρίου 2014

Ψυχοσάββατον - Ἐν ᾧ μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ’ αἰῶνος κεκοιμημένων Ὀρθοδόξων Χριστιανῶν, πατέρων καί ἀδελφῶν ἡμῶν.
Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α' Δ´ 13 - 17
13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, 17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. 
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα 


Αποφθέγματα



Εξουθένωσε τον εαυτό σου, παράτησε το θέλημά σου, απαλλάξου από τις μέριμνες και θα έχης ανάπαυσι, μας λέγει ο Αββάς Σισόης.
Γεροντικόν