27 Φεβρουαρίου 2014

Σήμερα 27/02/2014 εορτάζουν:





Απολυτίκιο της ημέρας

27 Φεβρουαρίου 2014
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Φερωνύμως προκύπτων ἐν ἀσκήσει Προκόπιε, ἤρθης ἐκ δυνάμεως Πάτερ, πρὸς ἀθλήσεως ἔλλαμψιν Χρίστου γὰρ τὴν Εἰκόνα προσκυνῶν, Μαρτύρων ἀνεδείχθης κοινωνός, μεθ' ὧν πρέσβευε παμμάκαρ διαπαντός, ὑπὲρ τῶν ἐκβοώντων σοι, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνερνούντι διὰ σοῦ, πασιν ἰάματα.




Αναγνώσματα Κυριακών και μεγάλων εορτών

Πέμπτη 27 Φεβρουαρίου 2014

Πέμπτη τῆς τυρινῆς. Τοῦ Ὁσίου Πατρός ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου
Ἀπόστολος  |  Εὐαγγέλιον  |  Ἦχος - Ἑωθινόν Εὐαγγέλιον 
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ Α´ 11 - 25
11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12 Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα,13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. 14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, 15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. 17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. 20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς, ἐν Πνεύματι ἁγίῳ προσευχόμενοι, 21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. 22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι, 23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. 24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν. 
Αρχαίο κείμενο  |  Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα 


Αποφθέγματα

Προηγούμενο   |   Τυχαίο   |   Επόμενο     

Η ΜΕΤΑΝΟΙΑ ΣΕ ΚΑΝΕΙ ΠΑΛΙ ΛΑΜΠΡΟ!
Άγιος Ιωάννης ο ΚαρπάθιοςΗ σελήνη, η οποία μεγαλώνει και πάλι μικραίνει, είναι τύπος του ανθρώπου, ο οποίος άλλοτε πράττει καλά κι άλλοτε αμαρτάνει, και κατόπιν με τη μετάνοια επανέρχεται στην ενάρετη ζωή. Λοιπόν δε χάθηκε ο νους όποιου αμάρτησε, καθώς νομίζουν μερικοί, όπως της σελήνης το σώμα δεν λιγόστεψε, αλλά μόνο το φώς της. Αποκτά λοιπόν πάλι ο άνθρωπος τη λαμπρότητά του με τη μετάνοια, όπως η σελήνη μετά το λιγόστεμά της ξαναντύνεται πάλι το φώς. Γιατί λέει η Γραφή: «Εκείνος πού πιστεύει στο Χριστό, κι αν πεθάνει, θα ζήσει» «και θα γνωρίσει ότι Εγώ ο Κύριος μίλησα και θα το κάνω».



ΠΗΓΗ :http://www.saint.gr/

Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)