Νηστεία - Επιτρέπεται το λάδι και ο οίνος | |
Ἦχος γ’. Θείας πίστεως.
Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον· Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος. |
Αναγνώσματα Κυριακών και μεγάλων εορτών
Παρασκευή 2 Μαΐου 2014 Ἀνακομιδὴ ἱερῶν λειψάνων τοῦ Ἀθανασίου τοῦ μεγάλου Ἀλεξανδρείας |
Ἀπόστολος | Εὐαγγέλιον | Ἦχος - Ἑωθινόν Εὐαγγέλιον |
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΓ´ 7 - 16
7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. |
Αρχαίο κείμενο | Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα |
Αποφθέγματα
Ο Θεός δεν τιμωρεί, ο άνθρωπος αυτοτιμωρείται, απομακρυνόμενος από τον Θεό. Είναι, ας πούμε: Εδώ νερό, εκεί φωτιά. Είμαι ελεύθερος να διαλέξω, βάζω το χέρι μου στο νερό, δροσίζομαι, το βάζω στη φωτιά, καίγομαι. |
ΠΗΓΗ :http://www.saint.gr/
Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)