Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν τερπνῶν ἀπανέστης ἐμφρόνως Ὅσιε, χρηματισθεῖς οὐρανόθεν ὡς Ἀβραὰμ ὁ κλεινός, καὶ Ἀγγέλων μιμητής, ὤφθης τῷ βίῳ σου, λόγω ἐμπρέπων πρακτικῶ, καὶ σοφία ἀληθεῖ, Ἀρσένιε θεοφόρε. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν. |
Αναγνώσματα Κυριακών και μεγάλων εορτών
| Πέμπτη 8 Μαΐου 2014 Τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καί Εὐαγγελιστοῦ, ἐπιστηθίου φίλου, ἠγαπημένου καί παρθένου, Ἰωάννου τοῦ Θεολόγου· ἤτοι, ἡ σύναξις τῆς Ἁγίας Κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα |
| Ἀπόστολος | Εὐαγγέλιον | Ἦχος - Ἑωθινόν Εὐαγγέλιον |
ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α' Α´ 1 - 7
1 Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς· 2 - καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν· - 3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. 4 καὶ ταῦτα γράφομεν ἡμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 5 Καὶ αὕτη ἔστιν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. 6 ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· 7 ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας. |
| Αρχαίο κείμενο | Ερμηνευτική απόδοση Ι. Θ. Κολιτσάρα |
Αποφθέγματα
| Ενόχληση από λογισμούς | |
| - Γέροντα, με ενοχλούν οι λογισμοί! - Άσε το σκύλο να γαβγίζει! Γέροντας Παΐσιος | |
ΠΗΓΗ :http://www.saint.gr/
Μ.ΜΑΝΕΤΑ
(marilena.mane@gmail.com)